Ancient Greek
Book 12
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 12.11
Not analysed yet
Διὰ δὲ τούτων οὐ μόνον ἡμᾶς ἐδίδαξεν, ὅτι μιμήσασθαι δυνατὸν τὸν παναλκῆ καὶ πάνσοφον Κύριον, ἀλλὰ καὶ αὐτὸν ἡμῖν ὑπέδειξε τὸν τῆς μιμήσεως τρόπον. Οὐ γάρ τοι οὐρανὸν ἡμᾶς καὶ γῆν καὶ ἥλιον καὶ σελήνην καὶ τἄλλα δημιουργεῖν ἐκέλευσεν οὐδὲ ἁπλῆν ἔχειν καὶ ἀπερίγραφον φύσιν, ἀλλὰ μόνον ἐχθραίνειν, ἅπερ ἐκεῖνος μεμίσηκε, καὶ φιλεῖν, ἅπερ δὴ μάλα πεφίληκεν. Ταύτην κατορθώσας τὴν ἀρετὴν ὁ προφήτης πρὸς τὸν δεσπότην ξὺν παρρησίᾳ βοᾷ· «