Ancient Greek
Book 12
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 12.12
Not analysed yet
Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεός· λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν.» Καὶ μετ' ὀλίγα· «Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετηκόμην; τέλειον μῖσος ἐμίσουν αὐτούς· εἰς ἐχθροὺς ἐγένοντό μοι.» Καὶ πάλιν· «Ἄνδρες αἱμάτων, ἐκκλίνατε ἀπ' ἐμοῦ.» Καὶ αὖθις· «Ἐκκλίνατε ἀπ' ἐμοῦ πονηρευόμενοι, καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου.» Καὶ πάλιν· «Παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα.» Καὶ πάλιν· «Ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε· ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν.» Καί· «Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου· ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου.»