Ancient Greek
Book 12
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 12.15
Not analysed yet
Καὶ μέντοι κἀν τῇ παραβολῇ τῶν ταλάντων ἔδειξεν, ὡς οὐ μόνον ὧν δέδωκεν ἀπαιτήσει τὸν ἀριθμόν, ἀλλὰ καὶ τὴν ἐργασίαν εἰσπράξεται· καὶ τὸν ταύτην οὐκ ἔχοντα γυμνώσας τῆς χάριτος, τῷ ζόφῳ παραδώσει πεπεδημένον. Καὶ τὰς παρθένους δὲ τὰς ἀρκοῦν οὐκ ἐσχηκυίας τὸ ἔλαιον ἔξω τοῦ νυμφῶνος κατέλιπε, καὶ ταῦτα παρθένους καλῶν. Καὶ τὸν ἐσθῆτα περιβεβλημένον οὐχ ἁρμόττουσαν γάμῳ τῶν δαιτυμόνων ἐχώρισε καὶ τῆς εὐωχίας ἐξήλασε· καίτοι κληθεὶς εἰσελήλυθεν, ἀλλ' οὐκ αὐτόματος εἰσεπήδησεν· ἀλλ' ἐπειδὴ διὰ μόνην τὴν τοῦ νυμφίου φιλοτιμίαν ἀπολαύσας τῆς κλήσεως οὐκ ἤμειψε τὴν στολήν, ἔπαθεν, ἅπερ ἔπαθεν.