Ancient Greek
Book 12
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 12.14
Not analysed yet
Καὶ αὐτὸς δὲ ὁ τούτων Θεὸς ἐν τοῖς εὐαγγελίοις ἔφη· «Οὐ πᾶς ὁ λέγων μοι Κύριε Κύριε εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.» Καὶ πάλιν· «Ὁ ποιήσας καὶ διδάξας μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.» Καὶ πάλιν· «Ὁ ἀγαπῶν με τὰς ἐντολάς μου πληρώσει.»