Ancient Greek
Book 12
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 12.19
Not analysed yet
Ὅτι μὲν οὖν δεῖται ἡ γνῶσις τῆς πρακτικῆς ἀρετῆς, ἱκανὰ καὶ ταῦτα δηλῶσαι· ἴδωμεν δέ, τίνα καὶ τῶνδε πέρι τοῖς Ἑλλήνων ἔδοξε φιλοσόφοις. Ὀψόμεθα γάρ τοι τὸν Πλάτωνα καί τινας ἄλλους, τὴν τούτου φιλοσοφίαν ἐζηλωκότας, τῷδε ξυμφωνοῦντας τῷ λόγῳ· καὶ γὰρ ἐν τοῖς Νόμοις οὕτω φησίν· «Τὸν οὖν τῷ θεῷ προσφιλῆ γενησόμενον, εἰς δύναμιν ὅτι μάλιστα καὶ ἑαυτὸν τοιοῦτον ἀναγκαῖον γίνεσθαι· καὶ κατὰ τοῦτον τὸν τρόπον ὁ μὲν σώφρων ἡμῶν θεῷ φίλος· ὅμοιος γάρ· ὁ δὲ μὴ σώφρων ἀνόμοιός τε καὶ διάφορος.»