Ancient Greek
Book 12
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 12.20
Not analysed yet
Οὐδὲν τοίνυν ἀλλοῖον οὐδὲ οὗτος εἴρηκεν, ἀλλὰ ξυνομολογεῖ καὶ αὐτός, ὡς δυνατόν, ἐν ταῖς περὶ τἀγαθοῦ διαθέσεσι τὸν πεποιηκότα μιμεῖσθαι Θεόν· ἐνταῦθα μέντοι σώφρονα οὐ τὸν ἡδονῶν ἐκάλεσε κρείττονα, ἀλλὰ τὸν σῶον καὶ ἄρτιον τὸ λογικὸν διασώσαντα.