Ancient Greek
Book 12
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 12.24
Not analysed yet
Ἔπειτα διὰ πλειόνων ἐν αὐτῷ γε τῷ διαλόγῳ τὴν τελειότητα διδάσκει τῆς ἀρετῆς, ὧδέ πῃ γράφων· «Λέγωμεν δὴ περὶ τῶν κορυφαίων. Τί γὰρ ἄν τις τοὺς παρανόμως ἐν φιλοσοφίᾳ διατρίβοντας λέγοι; οὗτοι δέ που οὔτε εἰς ἀγορὰν ἴσασι τὴν ὁδόν, οὔτε ὅπου δικαστήριον ἢ βουλευτήριον ἤ τι κοινὸν ἄλλο τῆς πόλεως συνέδριον· νόμους δὲ καὶ ψηφίσματα λεγόμενα ἢ γραφόμενα οὔτε ὁρῶσιν οὔτε ἀκούουσιν· σπουδαὶ δὲ ἑταιριῶν ἐπ' ἀρχὰς καὶ ξύνοδοι καὶ δεῖπνα καὶ οἱ ξὺν αὐλητρίσι κῶμοι οὐδὲ ὄναρ πράττειν προσίσταται αὐτοῖς. Οὐδὲ εἰ κακῶς τις γέγονεν ἐν πόλει, ἤ τί τῳ κακόν ἐστιν ἐκ προγόνων γεγονὸς πρὸς ἀνδρῶν ἢ γυναικῶν, μᾶλλον αὐτὸν λέληθεν ἢ τῆς θαλάττης οἱ λεγόμενοι χόες.