Ancient Greek
Book 12
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 12.25
Not analysed yet
Καὶ ταῦτα πάντα οὐδ' ὅτι οὐκ οἶδεν, οἶδεν· οὐδὲ γὰρ αὐτῶν ἀπέχεται τοῦ εὐδοκιμεῖν χάριν, τῷ ὄντι δὲ τὸ σῶμα μόνον ἐν τῇ πόλει κεῖται αὐτοῦ καὶ ἐπιδημεῖ, ἡ δὲ διάνοια, ταῦτα πάντα ἡγησαμένη σμικρὰ καὶ ὡς οὐδὲν ἀτιμάσασα, πανταχῇ πέταται, κατὰ Πίνδαρον, «τά τε γῆς ὑπένερθεν» καὶ τὰ ἐπίπεδα γεωμετροῦσα «οὐρανοῦ τε ὕπερ» ἀστρονομοῦσα, καὶ πᾶσαν πάντῃ φύσιν διερευνωμένη.»