Ancient Greek
Book 12
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 12.38
Not analysed yet
ὡς ὑπὸ τῶν ἐμφύτων κατασυρομένοις παθῶν. Ὅτι γὰρ δὴ ταῦτα παγχάλεπα, ἴστε καὶ ὑμεῖς· «Οὐ γὰρ ἐκ δρυός», κατὰ τὸν ποιητικὸν λόγον, «ἢ ἀπὸ πεύκης» γεγένησθε. Δεδήλωκε δὲ τοῦτο καὶ ὁ Πλάτων ἐν τῷ τῆς Πολιτείας πρώτῳ διαλόγῳ, τὸν Κέφαλον εἰσαγαγὼν τῷ Σωκράτει διαλεγόμενον καὶ λέγοντα· «Εὖ ἴσθι, ὅτι ἔμοιγε ὅσον αἱ ἄλλαι αἱ κατὰ τὸ σῶμα ἡδοναὶ ἀπομαραίνονται, τοσοῦτον αὔξονται αἱ περὶ τοὺς λόγους ἐπιθυμίαι τε καὶ ἡδοναί.»