Ancient Greek
12.36 to 12.37
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 12.36-37
Not analysed yet
Ξυνῳδὰ δὲ τούτοις ὁ Πλάτων κἀν τῇ Ἐπινομίδι φησίν· «Οὔ φημι εἶναι ἀνθρώποις δυνατὸν μακαρίοις τε καὶ εὐδαίμοσι γενέσθαι πλὴν ὀλίγων, μέχρι περ ἂν ζῶμεν, τοῦτο διορίζομαι· καλὴ δὲ ἐλπὶς τελευτήσαντι τυχεῖν ἁπάντων.» Τί δήποτε τοίνυν χαλεπαίνετε, παρ' ἡμῖν ὁρῶντές τινας ψευδομένους, ὃν ἐπαγγέλλονται βίον; ἀνθ' ὅτου δὲ μὴ θαυμάζετε τοὺς τὸν ὑπερφυᾶ βίον ἠγαπηκότας καὶ ἐν σώματι μὲν ἀγωνιζομένους, τὴν ἀσώματον δὲ πολιτείαν ἐζηλωκότας; Πᾶν γὰρ τοὐναντίον ἔδει ποιεῖν· τοὺς μὲν ἄγαν θαυμάζειν ὡς ὑπεραλλομένους τὰ τῆς φύσεως σκάμματα, τοῖς δὲ νέμειν τινὰ ξυγγνώμην,