Ancient Greek
Book 12
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 12.42
Not analysed yet
Καὶ τούτους δὲ πάλιν τοὺς λόγους ὁ Σωκράτης τῷ Κρίτωνι προσενήνοχε· μετὰ γὰρ πολλοὺς ἑτέρους καὶ τάδε προστέθεικεν· «Οὐδαμῶς ἄρα δεῖ ἀδικεῖν. —Οὐδὲ ἀδικούμενον ἄρα ἀνταδικεῖν, ὡς οἱ πολλοὶ οἴονται, ἐπειδήπερ οὐδαμῶς δεῖ ἀδικεῖν. —Τί δὲ δή; κακουργεῖν δεῖ, ὦ Κρίτων, ἢ οὔ; —Οὐ δεῖ δήπου, ὦ Σώκρατες. —Δεῖ δὲ ἀντικακουργεῖν κακῶς πάσχοντα, ὡς οἱ πολλοί φασι; δίκαιον ἢ οὐ δίκαιον; —Οὐδαμῶς. —Τὸ γάρ που κακὸν ποιεῖν ἀνθρώποις τοῦ ἀδικεῖν οὐδὲν διαφέρει. —Καλῶς λέγεις. —Οὔτε οὖν ἄρα ἀνταδικεῖν δεῖ οὔτε κακῶς ποιεῖν οὐδένα ἀνθρώπων, οὐδ' ἂν ὁτιοῦν πάσχῃ τις ὑπ' αὐτῶν.» Τοιαύτην μὲν οὖν ἀδικίας πέρι καὶ δικαιοσύνης Σωκράτης καὶ