Ancient Greek
Book 12
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 12.43
Not analysed yet
Πλάτων διδασκαλίαν ἐποιησάτην, ἀξιέπαινον ἀληθῶς καὶ λογικὴν καὶ τῇ φύσει τῇ ἀνθρωπίνῃ ξυμβαίνουσαν· τὰ γὰρ ἠθικὰ μαθήματα πάντας ἀνθρώπους ἡ φύσις ἐπαίδευσεν. Διαπλάσας γάρ τοι τῶν ἀνθρώπων τὸ γένος ὁ ποιητὴς ἐντέθεικε τῇ φύσει τὴν τῶν ἀγαθῶν καὶ τὴν τῶν ἐναντίων διάγνωσιν. Ὅθεν οὐ μόνον Σωκράτης καὶ Πλάτων καὶ Ἀριστείδης ὁ Λυσιμάχου καὶ ἄλλοι τινὲς τῶν Ἑλλήνων τὸν ἄδικον ἐβδελύξαντο βίον, ἀλλὰ καὶ τῶν βαρβάρων πολλοί.