Ancient Greek
Book 12
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 12.45
Not analysed yet
Καὶ Ἀνάχαρσιν δὲ τὸν Σκύθην φιλόσοφον γεγενῆσθαί φασιν· οὕτως δὲ αὐτὸν ὁ τῆς φιλοσοφίας ἐπυρπόλησεν ἔρως, ὡς ὀνομαστότατον γενέσθαι καὶ παρὰ πᾶσιν ἀοίδιμον. Οὐ γὰρ μόνον ἐγρηγορὼς πρὸς τὰ τῆς ψυχῆς ἠγωνίζετο πάθη, ἀλλὰ καὶ καθεύδων τὰ τῆς ἐγκρατείας παρεδήλου σημεῖα· εἰώθει γὰρ τῇ μὲν λαιᾷ τὰ αἰδοῖα κατέχειν, τῇ δεξιᾷ δὲ τὰ χείλη ξυνέχειν, ταύτῃ πῃ δηλῶν, ὡς πολλῷ μείζων ἐστὶν ἡ ἀγωνία τῆς γλώττης καὶ μείζονος ἐπικουρίας εἰς ἀσφάλειαν δεῖται.