Ancient Greek
12.46 to 12.48
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 12.46-48
Not analysed yet
Καὶ Χείρωνα δὲ τὸν Κένταυρον Ἕρμιππός φησιν ὁ Βηρύτιος δικαιοσύνης γενέσθαι διδάσκαλον, καὶ Ὅμηρος δὲ αὐτὸν «δικαιότατον τῶν Κενταύρων» ἐκάλεσεν. Οὐ τοίνυν μάλα προσήκει θαυμάζειν οὔτε Ἡσίοδον, τραχεῖαν λέγοντα τῆς ἀρετῆς τὴν ὁδὸν καὶ προσάντη καὶ δύσβατον, οὔτε Σιμωνίδην «τὰν ἀρετὰν» εἰρηκότα «ναίειν δυσβάτοις ἐπὶ πέτραις.» Ἃ γὰρ δὴ τῷ Χείρωνι καὶ τοῖς Ἱππημολγοῖς προσεμαρτύρησεν Ὅμηρος, καὶ ἅπερ Ἀνάχαρσις ἔργῳ μετῆλθεν ὁ Σκύθης, ταῦτα λόγῳ παρῄνεσαν οἱ ἐπαινούμενοι ποιηταί. Καὶ Ἀντισθένης δὲ ὁ Κυνικὸς—Σωκρατικὸς δὲ καὶ οὗτος—τοῦ ἥδεσθαι τὸ μαίνεσθαι κρεῖττον εἴρηκεν εἶναι· διὸ καὶ παραινεῖ τοῖς γνωρίμοις μηδὲ δάκτυλον ἐκτεῖναί ποτε εἵνεκα ἡδονῆς. Τῆς τούτου διδασκαλίας τετύχηκε Διογένης ὁ Σινωπεύς, λόγῳ μὲν καὶ αὐτὸς τὴν φιλοσοφίαν ζηλώσας, ἡδονῆς δὲ δοῦλος γενόμενος καὶ δημοσίᾳ ταῖς ἑταίραις μιγνύμενος καὶ κάκιστον τοῖς θεωμένοις προσφέρων παράδειγμα· φασὶ δὲ αὐτόν, μεμψαμένου τινὸς τὸ γινόμενον καὶ εἰρηκότος· «Τί ποιεῖς, ὦ Διόγενες;» φάναι ἐκεῖνον, τῇ ξυνήθει λοιδορίᾳ χρησάμενον· «Ὦ κάθαρμα, εἰ ἐπιτύχοιμι, ἄνθρωπον.»