Ancient Greek
Book 12
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 12.52
Not analysed yet
Καὶ οἶμαι αὐτοὺς μὴ παντάπασι ψεύδεσθαι· ἐν τούτοις γὰρ δὴ ἐκεῖνος τὴν εὐδαιμονίαν ὡρίζετο. Εἰώθει γὰρ λέγειν, οὐκ ἄλλως εὐδαίμονά τινα γίνεσθαι ἢ διὰ τῆς τοῦ σώματος εὐπαθείας καὶ τῆς τῶν ἐκτὸς περιουσίας, ὧν ἄνευ μηδὲν τὴν ἀρετὴν ὠφελεῖν. Καὶ τοῦτο δὴ σαφῶς Ἀττικὸς ὁ Πλατωνικός, ἐν οἷς πρὸς Ἀριστοτέλην γράφει, δεδήλωκεν. Τὰ τοίνυν κατ' αὐτοῦ λεγόμενα βεβαιοῦσιν οἱ λόγοι.