Ancient Greek
12.50 to 12.51
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 12.50-51
Not analysed yet
Καὶ Ἀρίστιππος δὲ ὁ Κυρηναϊκός, ὀνειδιζόμενος, ὅτι δὴ θαμὰ ξυνεγίνετο τῇ ἑταίρᾳ τῇ Κορινθίᾳ, «ἔχω» ἔλεγε «Λαΐδα, καὶ οὐκ ἔχομαι ὑπ' αὐτῆς.» Καὶ οἱ Περιπατητικοὶ δὲ λόγῳ μὲν εὐφήμουν τὴν ἀρετήν, ἐκύδαινον δὲ ἔργῳ τὴν ἡδονήν· καὶ ταῦτα αὐτῶν οὐκ ἄλλοι κατηγοροῦσιν, ἀλλ' αὐτοὶ περὶ τοῦ σφῶν διδασκάλου ξυγγράφουσιν. Ἀριστοκλῆς γάρ που ὁ Περιπατητικὸς Λύκωνα ἔφη τὸν Πυθαγόρειον περὶ Ἀριστοτέλους φάναι, ὅτι ἐν ἐλαίῳ θερμῷ λουόμενος τοῦτο ὕστερον ἀπεδίδοτο· καὶ ἡνίκα δὲ εἰς Χαλκίδα ἀπῄει, τοὺς τελώνας ἔφη διερευνωμένους τὸ πλοῖον εὑρεῖν <ἐν> αὐτῷ λοπάδια χαλκᾶ τέτταρα καὶ ἑβδομήκοντα· ἄλλους δέ τινας εἰρηκέναι, τριακοσίας ἐσχηκέναι λοπάδας.