Ancient Greek
Book 12
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 12.6
Not analysed yet
τί προσήκει περὶ τοῦ θείου δοξάζειν, ἀλλὰ καὶ κατὰ τοὺς ἐκείνου πολιτεύεσθαι νόμους. Ὥσπερ γὰρ οἱ ζωγραφικὴν ἢ σκυτοτομικὴν ἢ ἄλλην τινὰ παιδευόμενοι τέχνην, οὐχ ὅπως μόνον ἐπίστωνται ταῦτα μανθάνειν σπουδάζουσιν, ἀλλ' ἵνα καὶ χειρουργῶσι καὶ μιμητὰς σφᾶς αὐτοὺς τῶν διδασκάλων τοῖς ἔργοις δεικνύωσιν, οὕτω δεῖ καὶ τῆς εὐσεβείας τοὺς ἐραστὰς μὴ μόνον θεολογίαν καὶ φυσιολογίαν παιδεύεσθαι, ἀλλὰ καὶ τοὺς τῆς πρακτικῆς ἀρετῆς ἐκπαιδεύεσθαι νόμους καὶ τούτους φυλάττειν εἰς δύναμιν καὶ πρὸς τούτους πειρᾶσθαι τῆς ψυχῆς ἐκτυποῦν καὶ διασκευάζειν τὸ εἶδος.