Ancient Greek
Book 12
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 12.7
Not analysed yet
Ὁ γὰρ δὴ οὕτω ῥυθμίζων τε καὶ διαμορφῶν τὴν ψυχὴν οὐ μόνον τῶν θείων νόμων τοὺς χαρακτῆρας ἐκμάττεται, ἀλλὰ καὶ αὐτοῦ γε τοῦ νομοθέτου ζῶσά τις εἰκὼν καὶ λογικὴ γίνεται. Τοῦτό τοι διδάσκων καὶ ὁ μέγας κῆρυξ τῆς ἀληθείας βοᾷ· «Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ.» Καὶ μέντοι καὶ ὁ τούτου δεσπότης παραινεῖ λέγων· «Γίνεσθε μιμηταὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς.» Καὶ πάλιν· «Γίνεσθε τέλειοι, καθὼς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν.»