Ancient Greek
Book 12
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 12.70
Not analysed yet
Ὅτι δὲ καὶ Πλάτωνος κατηγοροῦσι τῶν παλαιῶν τινες ὡς πολλὰ πεποιηκότος φιλοσοφίας ἀνάξια, ἀκούσατε Ξενοφῶντος λέγοντος ἐν τῇ πρὸς Αἰσχίνην ἐπιστολῇ· «Αἰγύπτου γὰρ ἠράσθησαν καὶ τῆς Πυθαγόρου τερατώδους σοφίας· ὧν τὸ περιττὸν καὶ μὴ μόνιμον ἐπὶ Σωκράτει διήλεγχεν ἔρως τυραννίδος, καὶ ἀντὶ διαίτης λιτῆς Σικελιῶτις γαστρὸς τράπεζα.»