Ancient Greek
Book 12
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 12.71
Not analysed yet
Αἰνίττεται δὲ διὰ τούτων τὴν μετὰ Διονυσίου τοῦ τυράννου ἐν Σικελίᾳ διατριβήν. Τὰς γὰρ Ἀθήνας καταλιπὼν ἐκείνῳ ξυνῆν, Συρακουσίας ἀπολαύων χλιδῆς, καὶ μετὰ τὴν ἐκείνου τελευτὴν τῷ ἐκείνου παιδί. Τοσοῦτον δὲ παραινῶν τὸν τύραννον ὤνησεν, ὡς καὶ δεθῆναι κἀν ταῖς λιθοτομίαις εἱρχθῆναι· ὕστερον δὲ αὐτὸν καὶ ὡς ἀνδράποδον ἀπέδοτο βάρβαρον. Καὶ ὁ Πλούταρχος δέ φησιν ἔλαιον αὐτὸν εἰς τὴν Αἴγυπτον ἐμπορίας χάριν μετακομίσαι.