Ancient Greek
12.8 to 12.9
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 12.8-9
Not analysed yet
Μιμεῖται δέ, ὡς ἔνεστι, τὸν τῶν ὅλων Θεὸν ὁ ποθῶν ἐκεῖνα καὶ ἐχθραίνων ὁμοίως, ἅπερ καὶ αὐτὸς ὁ δεσπότης ἐχθραίνει τε καὶ φιλεῖ. Τίνα δὲ αὐτῷ δυσμενῆ, καὶ τίνα αὖ προσφιλῆ, διαρρήδην οἱ θεῖοι διδάσκουσι νόμοι. Ἀκούομεν γὰρ τοῦ θεσπεσίου βοῶντος Δαυίδ· «Ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ, οὐδὲ παροικήσει σοι πονηρευόμενος, οὐδὲ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου· ἐμίσησας, Κύριε, πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν· ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. Ἄνδρα αἱμάτων καὶ δόλιον