Ancient Greek
Book 2
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 2.1
Not analysed yet
Τὸ φῶς τὸ αἰσθητόν, καὶ τὸ ἄνωθεν φερόμενον καὶ τὸ κάτω παρ' ἀνθρώπων ἐπινοούμενον, ἐπιδείκνυσι τοῖς ὁρῶσι, τί μὲν χρυσὸς καὶ τί ἄργυρος, τί δὲ χαλκὸς καὶ σίδηρος καὶ κασσίτερος, καὶ τὰς ἄλλας ὕλας ὡσαύτως, καὶ μὲν δὴ καὶ χρωμάτων καὶ σχημάτων καὶ φυτῶν καὶ ζῴων διδάσκει διαφοράν, ἀλλ' οἱ τὰς ὄψεις ἐρρωμένοι μόνοι τήνδε τὴν γνῶσιν δέχονται. Οἱ γὰρ δὴ τυφλώττοντες οὐδὲν ἀπὸ τῆς ἀκτῖνος ὀνίνανται· οὐδὲ γὰρ αὐτὴν τοῦ φωτὸς ὁρῶσι τὴν αἴγλην.