Ancient Greek
2.2 to 2.3
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 2.2-3
Not analysed yet
Τούτοις ἐοίκασιν οἱ τὸ νοερὸν φῶς τῆς ἀληθείας ἰδεῖν οὐκ ἐθέλοντες, ἀλλ' ἀσπασίως ἐν τῷ ζόφῳ τῆς ἀγνοίας διάγοντες, καθάπερ τῶν πτηνῶν τὰ νύκτωρ πετόμενα, ἅπερ δὴ μάλα εἰκότως ἀπὸ τῆς νυκτὸς παρωνύμως προσαγορεύονται· νυκτερίδες γάρ τοι καὶ νυκτικόρακες ἀποφυγγάνουσι μὲν τὸ φῶς ὡς πολέμιον, τὸ δὲ σκότος ἀσπάζονται ὡς σωτήριον. Τούτοις μὲν οὖν δή τις οὐκ ἂν νεμεσήσειε σωφρονῶν· ἡ γάρ τοι φύσις αὐτοῖς τὴν τοιάνδε ζωὴν ἐξ ἀρχῆς ἀπεκλήρωσεν· οἱ δ' αὐθαιρέτως σφᾶς αὐτοὺς τῷ σκότῳ ξυζεύξαντες ποίας ἂν τύχοιεν εἰκότως ξυγγνώμης, μάλιστα τοῦ θείου φωτὸς ἅπασαν ἤπειρον καὶ νῆσον τῆς ἀκτῖνος πληρώσαντος καὶ αὐτὰ κατειληφότος τῆς οἰκουμένης τὰ τέρματα;