Ancient Greek
Book 2
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 2.104
Not analysed yet
Ἀλλὰ μὴ θορυβήσητε, καὶ ἐκ τοῦ Πατρὸς καὶ ξὺν τῷ Πατρὶ τὸν Λόγον ἀκούσαντες. Τῶν γὰρ ἀτοπωτάτων Πλάτωνος μὲν ἀνέχεσθαι καὶ αἴτιον τῆς ὕλης τὸν Θεὸν λέγοντος καὶ ξυναΐδιον τοῦ Θεοῦ τὴν ὕλην ἀποκαλοῦντος καὶ τὰς ἰδέας ἐκ τοῦ Θεοῦ καὶ ξὺν τῷ Θεῷ φάσκοντος εἶναι, τὸν δὲ τοῦ Θεοῦ Λόγον καὶ τὸ πανάγιον Πνεῦμα μὴ πείθεσθαι καὶ ἐκ τοῦ Θεοῦ φῦναι καὶ ξὺν τῷ Θεῷ εἶναι.