Ancient Greek
2.105 to 2.106
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 2.105-106
Not analysed yet
Εἰ γὰρ τὴν ἑτεροφυᾶ καὶ ἑτερογενῆ καὶ ἀλλόφυλον ὕλην καὶ ἐκ τοῦ Θεοῦ καὶ ξὺν τῷ Θεῷ εἶναι ὁ φιλόσοφος ἔφη, πολλῷ δήπουθεν εὐλογώτερόν τε καὶ ἀληθέστερον ὑποληπτέον τὸν ἡμέτερον λόγον. Οὐ γὰρ ἑτεροφυᾶ τὸν Υἱόν, οὐδέ γε τὸ πανάγιον Πνεῦμα εἶναί φαμεν, ἀλλὰ μίαν εἶναι τῆς Τριάδος τὴν οὐσίαν κηρύττομεν. Εἰ δέ τις τῆς ὑπάρξεως τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος ἐπιζητεῖ τὸν τρόπον μαθεῖν, εἰπάτω δὴ πρότερος τὸν τρόπον τῆς τοῦ ἀγεννήτου ὑπάρξεως, πῶς ἔστιν οὐκ ἔχων τὸν αἴτιον. Τοῦτο γὰρ δὴ παντελῶς ἄπορον καὶ μόνῃ γε τῇ πίστει τῇ καθαρᾷ καὶ ἀκραιφνεῖ χωρητόν.