Ancient Greek
Book 2
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 2.109
Not analysed yet
Παρμενίδην τὸν κόσμον, κατὰ δὲ τὸν Πλάτωνα καὶ Τίμαιον τὸν Λοκρὸν καὶ Πλούταρχον καὶ ἡμᾶς αὐτοὺς τὸν τῶν ἁπάντων δημιουργόν, πολλῷ τούτου πιθανώτερον τὸ φάναι, ἐξ ἐκείνου γε τοῦ ἀγεννήτου φῦναι τὸν Λόγον καὶ τὸ πανάγιον Πνεῦμα, τὸν μέν, ὡς λόγον, ἐκ τοῦ νοῦ γεννώμενον, τὸ δέ, ὡς πνεῦμα, ἐκπορευόμενον· ξυμπρόεισι γὰρ τῷ Λόγῳ τὸ Πνεῦμα, οὐ ξυγγεννώμενον, ἀλλὰ ξυνὸν καὶ παρομαρτοῦν καὶ ἐκπορευόμενον.