Ancient Greek
Book 2
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 2.108
Not analysed yet
Ὅτι δὲ καὶ τῶν παλαιῶν τινες ἀγέννητον καλοῦσι τὸν τῶν ὅλων Θεόν, ἀκούσαι ἄν τις καὶ Τιμαίου τοῦ Λοκροῦ λέγοντος· «Μία ἀρχὰ πάντων ἐστὶν ἀγέννατος· εἰ γὰρ ἐγένετο, οὐκ ἂν ἦν ἔτι ἀρχά, ἀλλ' ἐκείνα, ἐξ ἇς ἀρχὰ ἐγένετο.» Παρμενίδης δὲ ὁ Ἐλεάτης καὶ τὸν κόσμον ἀγέννητον εἶναι λέγων βοᾷ· μοῦνον μουνογενές τε καὶ ἀτρεμὲς ἠδ' ἀγένητον. Καὶ Πλούταρχος δὲ ὁ Χαιρωνεὺς περὶ τοῦ ει τοῦ ἐν Δελφοῖς γράφων, οὕτως ἔφη· «Τί οὖν ἐστι τὸ ἀΐδιον καὶ ἀγέννητον καὶ ἄφθαρτον, ᾧ χρόνος οὐδεὶς μεταβολὴν ἐπάγει;» Εἰ τοίνυν φαμὲν εἶναί τι ἀγέννητον καὶ ἀναίτιον, κατὰ μὲν τὸν