Ancient Greek
Book 2
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 2.11
Not analysed yet
ἐφικνεῖσθαι τοῦτο τῆς ἀληθείας· Δημόκριτος δὲ ὁ Ἀβδηρίτης ἄπειρον τὸ πᾶν εἴρηκε καὶ ἀγένητον· Ἐπίκουρος δὲ ὁ Νεοκλέους ὁ Ἀθηναῖος ἐκ τῶν ἀτόμων ἐξ ἀρχῆς ξυστῆναι τὸ πᾶν, εἶναι μέντοι ἄναρχον καὶ ἀΐδιον· καὶ Μητρόδωρος δὲ ὁ Χῖος καὶ Ζήνων ὁ Ἐλεάτης καὶ Διογένης ὁ Σμυρναῖος διαφόρους ἀρχὰς τῶν ὅλων ὑπέθεντο. Διά τοι τοῦτο καὶ Σωκράτης ὁ Σωφρονίσκου κωμῳδῶν αὐτοὺς διετέλει, ὅτι τὰ ἀνθρώποις οὐκ ἐφικτὰ εἰδέναι λίαν ἰσχυριζόμενοι, πρὸς ἀλλήλους ἀεὶ διεμάχοντο, καινῶν προστατεύοντες καὶ ἐναντίων δογμάτων, ᾗ φησιν ὁ Ξενοφῶν ἐν τοῖς Ἀπομνημονεύμασιν.