Ancient Greek
2.12 to 2.13
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 2.12-13
Not analysed yet
Καὶ ὁ Πλάτων δὲ αὐτὸν ἐν τῷ Φαίδωνι γέγραφε λέγοντα· «Ἐγὼ γάρ, ὦ Κέβης, νέος ὤν, ὑπερφυῶς ὡς ἐπεθύμησα ταυτησὶ τῆς σοφίας, ἣν δὴ καλοῦσι περὶ φύσεως ἱστορίαν. Ὑπερήφανον γάρ μοι ἐδόκει εἶναι εἰδέναι τὰς αἰτίας ἑκάστου, διὰ τί γίνεται ἕκαστον, καὶ διὰ τί ἀπόλλυται, καὶ διὰ τί ἔστιν.» Εἶτα πολλὰ τοιαῦτα διεξελθών, ἐπήγαγεν· «Τεκμήριον δέ σοι ἐρῶ ἱκανόν. Ἐγὼ γάρ, ἃ καὶ πρότερον σαφῶς ἠπιστάμην ὥς γε ἐμαυτῷ καὶ τοῖς ἄλλοις ἐδόκουν, ὑπὸ ταύτης τῆς σκέψεως οὕτω σφόδρα διετυφλώθην, ὥστ' ἀπέμαθον καὶ ἃ πρὸ τοῦ ᾤμην εἰδέναι.»