Ancient Greek
2.18 to 2.19
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 2.18-19
Not analysed yet
Καὶ μὴν ἔοικέ γε ἐν αὐτοῖς οἷον γιγαντομαχία τις εἶναι διὰ τὴν ἀμφισβήτησιν περὶ τῆς οὐσίας πρὸς ἀλλήλους. Πῶς; Οἱ μὲν εἰς γῆν ἐξ οὐρανοῦ καὶ περὶ τοῦ ἀοράτου πάντα ἕλκουσι, ταῖς χερσὶν ἀτεχνῶς πέτρας καὶ δρῦς λαβόντες. Τῶν γὰρ τοιούτων ἐφαπτόμενοι πάντων, σφόδρα διϊσχυρίζονται τοῦτο εἶναι μόνον, ὅπερ ἔχει προσβολὴν καὶ ἐπαφήν τινα, ταὐτὸν σῶμα καὶ οὐσίαν ὁριζόμενοι.» Ταῦτα οὐ Πέτρος ὁ ἡμέτερος οὐδὲ Παῦλος τῶν ὑμετέρων κατηγόρησε φιλοσόφων, ἀλλὰ Πλάτων ὁ εὐγλωττότατος καὶ Σωκράτης ὁ κατὰ τὴν Πυθίαν ἀνδρῶν ἁπάντων σοφώτατος· καὶ ἔφασαν αὐτοὺς διϊσχυρίζεσθαι, τοῦτο εἶναι μόνον, ὅπερ ἔχει προσβολὴν καὶ ἐπαφήν τινα, καὶ ταὐτὸν σῶμα καὶ οὐσίαν ὁρίζεσθαι καὶ μηδὲν περαιτέρω τῶν ὁρωμένων φαντάζεσθαι.