Ancient Greek
Book 2
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 2.20
Not analysed yet
Πῶς οὖν ἄν τις τούτοις χρήσαιτο ποδηγοῖς τῆς ἀληθείας, τοσοῦτον δὴ καὶ τοιοῦτον ὑπομείνασι πλάνον καὶ ἐναντίας γε ὠδίνασι δόξας καὶ σφοδρὸν κατ' ἀλλήλων ἀναρριπίσασι πόλεμον; καὶ Τίμων δὲ αὐτοὺς ὁ Φλιάσιος, ὁ Πύρρωνος ἑταῖρος, ἐν τοῖς σίλλοις ἐτραγῴδησεν· ἐγὼ δὲ ἐκ μάλα πολλῶν ὀλίγων μνησθήσομαι· σχέτλιοι ἄνθρωποι, κάκ' ἐλέγχεα, γαστέρες οἶον, τοίων ἔκ τ' ἐρίδων ἔκ τε στοχασμῶν πέπλησθε, ἄνθρωποι, κενεῆς οἰήσιος ἔμπλεοι ἀσκοί.