Ancient Greek
2.28 to 2.29
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 2.28-29
Not analysed yet
Καὶ Ὅμηρος δὲ καὶ Ἡσίοδος παντάπασι τὸν τοῦ παντὸς ἠγνόησαν ποιητήν· Ἡσίοδος μὲν γὰρ ἐκ τοῦ Χάους ἔφησεν Ὠκεανὸν καὶ Τηθὺν γεγενῆσθαι, ἐκ δὲ Ὠκεανοῦ καὶ Τηθύος τὸν Οὐρανὸν καὶ τὴν Γῆν, ἐκ δὲ τούτοιν Κρόνον τε καὶ Ῥέαν καὶ τούτων τοὺς ἀδελφούς, ἐκ δὲ Κρόνου καὶ Ῥέας τὸν Δία καὶ τὴν Ἥραν καὶ Ποσειδῶνα καὶ Πλούτωνα. Ὁ δὲ Ὅμηρος τὸν Ὠκεανόν φησι «θεῶν γένεσιν καὶ μητέρα Τηθύν·» καὶ ὃν θεῶν καὶ ἀνδρῶν ὀνομάζει πατέρα, ὡς ἐκ Κρόνου γεγενημένον, Κρονίδην ἀποκαλεῖ. Πολλῷ οὖν ἄρα καὶ οὗτοι δεδουλεύκασι πλάνῳ. Ἀλλ' ὅμως καὶ τοῦτο εὖ μάλα ὁ Πλάτων εἰδώς, πιστεύειν αὐτοῖς που παρεγγυᾷ τὰ τοιαῦτα μυθολογοῦσι, καὶ ἄνευ εἰκότων καὶ ἀληθῶν ἀποδείξεων λέγουσιν.