Ancient Greek
Book 2
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 2.27
Not analysed yet
ὧν δὲ οὗτοι ταῦτά γε ἔμαθον, μαθεῖν οὐκ ἐθέλετε; Ὅτι γὰρ οἱ πρὸ τούτων γενόμενοι ποιηταὶ καὶ φιλόσοφοι πλέον τῶν ὁρωμένων οὐδὲν ὑπέλαβον εἶναι, ὁ Πλάτων ἐν τῷ Κρατύλῳ δεδήλωκεν· «Φαίνονται γάρ μοι» φησίν «οἱ πρῶτοι τῶν ἀνθρώπων περὶ τὴν Ἑλλάδα τούτους μόνους ἡγεῖσθαι θεούς, οὕσπερ νῦν οἱ πολλοὶ τῶν βαρβάρων, ἥλιον καὶ σελήνην καὶ γῆν καὶ ἄστρα καὶ οὐρανόν· ἅτε οὖν αὐτὰ ὁρῶντες ἰόντα δρόμῳ καὶ θέοντα, ἀπὸ ταύτης τῆς φύσεως, τῆς τοῦ θεῖν, θεοὺς αὐτοὺς ἐπονομάσαι.»