Ancient Greek
Book 2
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 2.35
Not analysed yet
Τίς οὖν οὕτω φιλαίτιος καὶ μεμψίμοιρος, ὡς νεμεσῆσαι τοῖς εἰρημένοις καὶ μὴ πᾶσαν αὐτοῖς προσμαρτυρῆσαι ἀλήθειαν; Τὸ γὰρ ὂν ἀεὶ γενέσεώς ἐστιν ἁπάσης ὑπέρτερον, τὸ δὲ γινόμενον, ἀλλοιώσεις παμπόλλους ἐπιδεχόμενον, εἰκότως ἔφη οὐδέποτε εἶναι· τὸ γάρ τοι ἔμβρυον, γενόμενον βρέφος, οὐκέτι ἄρα ἐστὶν ἔμβρυον, ἀλλὰ βρέφος, καὶ αὖ πάλιν τὸ βρέφος, παιδίον γενόμενον, οὐκέτι προσαγορεύεται βρέφος· οὕτω τὸ παιδίον τὴν τοῦ μειρακίου προσλαβὸν ἡλικίαν, τοῦτο καλεῖται, ὅπερ ἐγένετο, καὶ ὅταν πάλιν εἰς ἄνδρας τελέσῃ, οὐκέτι μειράκιον, ἀλλ' ἀνὴρ ὀνομάζεται, καὶ πρεσβύτης δὲ γεγονώς, τοῦτο αὖ πάλιν προσαγορεύεται, ὅπερ δὴ καὶ ἐγένετο.