Ancient Greek
Book 2
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 2.36
Not analysed yet
Εἰκότως οὖν ἄρα οὐκ ὄντα ὠνόμασε τὰ γινόμενά τε καὶ ἀλλοιούμενα. Καὶ τῷ Κρίτωνι δὲ διαλεγόμενος ὁ Σωκράτης ἕνα πάντων ὀπτῆρά φησιν· λέγει δὲ ταῦτα· «Καὶ δὴ καὶ περὶ τῶν δικαίων τε καὶ ἀδίκων καὶ αἰσχρῶν καὶ καλῶν καὶ κακῶν καὶ ἀγαθῶν, περὶ ὧν νῦν ἡ βουλὴ ἡμῖν ἐστι, πότερον τῇ τῶν πολλῶν δόξῃ δεῖ ἡμᾶς πείθεσθαι καὶ φοβεῖσθαι αὐτήν, ἢ τῇ τοῦ ἑνός, εἴ τίς ἐστιν ἐπαΐων, ὃν δεῖ καὶ αἰσχύνεσθαι καὶ φοβεῖσθαι μᾶλλον ἢ ξύμπαντας τοὺς ἄλλους; Ὧι εἰ μὴ ἀκολουθήσομεν, διαφθεροῦμεν ἐκεῖνο καὶ λωβησόμεθα, ὃ τῷ μὲν δικαίῳ βέλτιον ἐγίνετο, τῷ δὲ ἀδίκῳ ἀπώλλυτο.»