Ancient Greek
Book 2
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 2.41
Not analysed yet
Πῶς ἄν τις σαφέστερον τὸν οἰκεῖον ἐπιδείξειε σκοπόν; Γυμνὴν γὰρ ἔδειξεν, ἣν εἶχε περὶ τῶνδε τῶν ὀνομάτων διαφοράν, μονονουχὶ λέγων· τῆς τῶν πολλῶν εἵνεκα δόξης τὸ πληθυντικὸν ὄνομα περὶ τοῦ Θεοῦ τίθημι, τὰς ἐξηπατημένας προλήψεις τῶν πολιτῶν ὑφορώμενος· σπουδαίως γὰρ ἐπιστέλλων καὶ θαρρῶν τῷ τε κομίζοντι καὶ τῷ δεχομένῳ τὰ γράμματα, ἑνικῶς τὸν Θεὸν ὀνομάζω καὶ τοῦτον ἀρχὴν ποιοῦμαι τῶν λόγων.