Ancient Greek
2.37 to 2.40
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 2.37-40
Not analysed yet
Καὶ μετ' ὀλίγα πάλιν· «Οὐκ ἄρα γε, ὦ βέλτιστε, πάνυ ἡμῖν οὕτω φροντιστέον τί ἐροῦσιν οἱ πολλοὶ ἡμᾶς, ἀλλ' ὅ τι ὁ ἐπαΐων τῶν δικαίων καὶ ἀδίκων, ὁ εἷς καὶ αὐτὴν ἡ ἀλήθεια.» Ὁρᾶτε, ὦ ἄνδρες, ὅπως ἐν τούτοις ὁ Πλάτων καὶ ὁ Σωκράτης τὸν τῶν οὐκ ὄντων θεῶν ἐξήλασεν ὁρμαθὸν καὶ μόνον τῶν ὅλων τὸν πρύτανιν αἰδεῖσθαι καὶ φοβεῖσθαι παρεκελεύσατο, διδάσκων ὡς, εἴποτε πλειόνων ἐμνήσθη θεῶν, διὰ τὸν ἐξηπατημένον τῶν Ἀθηναίων ὅμιλον τοῦτο ποιῆσαι προσηναγκάσθη. Εἰ γὰρ δὴ καὶ ταῦτα δεδρακὼς ὁ Σωκράτης οὐ διέφυγε τὴν τοῦ κωνείου φιάλην, τί οὐκ ἂν ἔπαθεν, εἰ προφανῶς ἠρνήθη τὸν πολὺν ἐσμὸν τῶν θεῶν; καὶ τοῦτο δῆλον ὁ Πλάτων πεποίηκεν, ἐν οἷς πρὸς Διονύσιον ἔγραψεν. Πρὸς γὰρ αὖ πολλοῖς ἑτέροις καὶ ταῦτα προστέθεικεν· «Περὶ δὲ δὴ τοῦ ξυμβόλου τοῦ περὶ τὰς ἐπιστολάς, ὅσας τε ἐπιστέλλω σπουδῇ καὶ ὅσας μή, οἶμαι μέν σε μεμνῆσθαι, ὅμως δὲ νόει καὶ πρόσεχε τὸν νοῦν· πολλοὶ γὰρ, οἱ κελεύοντες γράφειν, οὓς οὐ ῥᾴδιον φανερῶς διωθεῖσθαι. Τῆς μὲν οὖν σπουδαίας ἐπιστολῆς θεὸς ἀρχή, θεοὶ δὲ τῆς ἧττον.»