Ancient Greek
Book 2
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 2.47
Not analysed yet
Ὅτι δὲ πλείοσιν ἢ χιλίοις ἔτεσιν ἡ Σεμίραμις τῶν Τρωϊκῶν πρεσβυτέρα, δηλοῦσι σαφῶς οἱ τοὺς χρόνους ξυντεθεικότες. Ἀλλὰ τὸ μὲν ἐξελέγχειν τὸν Πορφύριον ὡς ἠγνοηκότα τοὺς χρόνους οὐ τοῦ παρόντος καιροῦ· ἀπόχρη δέ μοι δηλῶσαι, πόσοις πρεσβύτερος ἔτεσι τῶν Τρωϊκῶν Μωϋσῆς· Ὅμηρος δὲ καὶ Ἡσίοδος μετὰ πολὺν χρόνον τῶν Τρωϊκῶν ἐγενέσθην· Ὀρφεὺς δέ, τῶν ποιητῶν ὁ πρῶτος, μιᾷ γενεᾷ πρεσβύτερος τῶν Τρωϊκῶν· Ἰάσονι γὰρ καὶ Πηλεῖ καὶ Τελαμῶνι καὶ Ἡρακλεῖ καὶ Διοσκούροις εἰς τὴν Κολχίδα ξυνέπλευσεν· Ἰάσονος δὲ