Ancient Greek
2.48 to 2.49
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 2.48-49
Not analysed yet
Εὔνηός ἐστιν υἱός, ὁ τὸν οἶνον εἰς Τροίαν πέμπων τοῖς Ἀχαιοῖς, καὶ Τληπόλεμος Ἡρακλέους υἱός, ὃν ὁ Σαρπηδὼν ἐν τῷ πολέμῳ τῷ Τρωϊκῷ κατηκόντισε, καὶ ὁ Αἴας δὲ Τελαμῶνος υἱός, καὶ Ἀχιλλεὺς Πηλέως· Κάστορα δὲ καὶ Πολυδεύκην, τοὺς ἐπίκλην Διοσκούρους, ἰδεῖν ἀπὸ τοῦ τείχους ἡ Ἑλένη ποθήσασα, οἷα δὴ ἀδελφούς, εἶτα τοῦ ποθουμένου διαμαρτοῦσα πικρῶς ἀπωδύρατο, τεθνάναι τούτους ὑπολαβοῦσα. Ταῦτα δὲ οὐκ ἀδολεσχῶν διεξῆλθον, ἀλλὰ σαφῶς ἐπιδεῖξαι βουλόμενος, ὡς Ὀρφεὺς γενεᾷ μιᾷ πρεσβύτερος ἐγεγόνει τῶν Τρωϊκῶν. Λῖνος δὲ καὶ Μουσαῖος ἀμφὶ τὰ Τρωϊκὰ ἐγενέσθην, καὶ Θάμυρις μετὰ τούτων, καὶ Φιλάμμων ὡσαύτως.