Ancient Greek
2.5 to 2.9
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 2.5-9
Not analysed yet
οὐκ ἐᾷ δὲ αὐτοὺς τὴν ἀχλὺν ἀποσκεδάσαι τῶν ὀφθαλμῶν τὸ τῆς οἰήσεως πάθος. Πάντων γὰρ ἄμεινον εἰδέναι νομίζουσι τὴν ἀλήθειαν, ἐπειδὴ τοῖς τῶν ἐλλογίμων ἀνδρῶν μαθήμασιν ἐνετράφησαν, καὶ ξυνιδεῖν οὐκ ἐθέλουσιν, ὡς οἱ θαλάττιοι ἰχθύες ἐν ἅλμῃ μὲν τρέφονται ὅτι μάλιστα πλείστῃ, ἁλῶν δὲ ὅμως εἰς σκευασίαν προσδέονται. Οὐδὲ μὴν ἐκεῖνο ξυνορῶσιν, ὡς τῆς ἀληθείας οὐ πάντως ἡ εὐγλωττία διδάσκαλος· τί γὰρ τῆς Ὁμήρου ποιήσεως ἥδιον; τί δὲ τῆς εὐεπείας ἐκείνης γλυκύτερον; ἀλλ' ὅμως τοῦτον τῶν φιλοσόφων ὁ ἄριστος—ἐπέγνωτε δὲ δήπου τὸν Ἀρίστωνος, ὡς ἡγοῦμαι—μύρῳ γε ἀλείψας, καθάπερ αἱ γυναῖκες τὰς χελιδόνας, ἐκ τῆς ὑπ' αὐτοῦ ξυντεθείσης ἀπέπεμψε πόλεως, ἀκολασίας καλέσας καὶ δυσσεβείας διδάσκαλον. »Βλασφημεῖν» γάρ φησιν «ἐκπαιδεύει τοὺς νέους καὶ πονηρὰς αὐτοῖς περὶ τῶν θεῶν ἐντίθησι δόξας καὶ ἁπαλοῖς ἔτι οὖσι μαθήματα πονηρὰ καὶ διεφθαρμένα ἐνίησιν.» Καὶ ἕτερα δὲ ἄττα κατηγορήματα πάμπολλα ἐποιήσατο τοῦ κορυφαίου τῶν ποιητῶν. Οὔκουν ἅπας εὐγλωττίαν ἠσκημένος ἀξιόχρεως ἂν γένοιτο ἀληθείας διδάσκαλος. Εἰ δὲ δὴ τοὺς φιλοσόφους ἡμῖν προβάλλεσθε, εὖ ἴστε, ὡς καὶ οὗτοι πλάνον ὑπέμειναν πάμπολυν. Οὐ γὰρ δὴ μίαν ἅπαντες λεωφόρον ἐσχήκασιν οὐδὲ τοῖς τῶν προωδευκότων ἠκολούθησαν ἴχνεσιν, ἀλλ' ἰδίαν ἕκαστος ἐτέμετο τρίβον καὶ μυρίας ἐπινενοήκασι [τρίβους]· πολυσχιδεῖς γάρ που τοῦ ψεύδους αἱ ἀτραποί· καὶ τοῦτο διαρρήδην αὐτίκα δὴ μάλα δειχθήσεται. Θαλῆς μὲν γάρ, τῶν ἑπτὰ καλουμένων σοφῶν ὁ πρεσβύτατος, ἀρχὴν πάντων τὸ ὕδωρ ὑπέλαβεν, Ὁμήρῳ γε οἶμαι εἰρηκότι πιστεύσας· Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν. Ἀναξίμανδρος δέ, τοῦτον διαδεξάμενος, ἀρχὴν ἔφη τὸ ἄπειρον· Ἀναξιμένης δέ, ὁ τούτου διάδοχος, καὶ Διογένης ὁ Ἀπολλωνιάτης τὸν ἀέρα ξυμφώνως ἀρχὴν προσηγορευσάτην·