Ancient Greek
Book 2
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 2.4
Not analysed yet
οἱ μὲν γὰρ πρὸ τῆς θείας ἐπιφανείας τῇδε τῇ πάθῃ περιπεσόντες ἔχουσί τινα μετρίαν οὕτω πως παραίτησιν, τῷ μηδέπω τῆς δικαιοσύνης ἀνατεῖλαι τὸν ἥλιον, ἀλλ' ὥσπερ ἐν νυκτὶ διάγειν καὶ ὑπὸ μόνης δᾳδουχεῖσθαι τῆς φύσεως· ἐπειδὴ δὲ οὗτος οὐ μόνον ἀνέτειλεν, ἀλλὰ καί, ποιητικῶς εἰπεῖν, μέσον οὐρανὸν ἀμφιβέβηκε, τίς ἀπολογίας ὑπολείπεται λόγος τοῖς νῦν ἐν μεσημβρίᾳ τυφλώττουσι καὶ τοὺς ὀφθαλμοὺς μύουσιν, ἵνα μὴ τοῦ φωτὸς ἀπολαύσωσιν;