Ancient Greek
Book 2
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 2.59
Not analysed yet
Διά τοι τοῦτο μοναδικῶς μὲν νομοθετεῖ, αἰνιγματωδῶς δὲ τὴν Τριάδα μηνύει. Τὸ γὰρ «ἄκουε, Ἰσραήλ, Κύριος ὁ Θεός σου κύριος εἷς ἐστιν» καὶ τὴν μονάδα διδάσκει καὶ τὴν τριάδα δηλοῖ· ἅπαξ γὰρ εἰπὼν τὸ «Θεός» καὶ δὶς τὸ «Κύριος» ὑπειπών, τῆς Τριάδος τὸν ἀριθμὸν παρεδήλωσεν, ἐπαγαγὼν δὲ τὸ «εἷς ἐστιν», καὶ τὴν πρόσφορον Ἰουδαίοις διδασκαλίαν προσήνεγκε καὶ τὸ ταὐτὸν τῆς θείας οὐσίας ἐμήνυσεν.