Ancient Greek
2.60 to 2.61
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 2.60-61
Not analysed yet
Μία γὰρ τῆς ἁγίας Τριάδος καὶ οὐσία καὶ δύναμις καὶ μέντοι καὶ βούλησις· ταύτῃ τοι καὶ τῶν ἀοράτων δυνάμεων οἱ χοροὶ τῷ Θεῷ τὸν ὕμνον προσφέροντες, τρὶς μὲν τὸ «ἅγιος», ἅπαξ δὲ τὸ «Κύριος» λέγουσι, τῷ μὲν τῶν ἰδιοτήτων δηλοῦντες τὸν ἀριθμόν, τῷ δὲ τὸ κοινὸν τῆς δεσποτείας μηνύοντες. Ἀλλ' ἐν τούτοις μὲν δι' αἰνιγμάτων τὰ τῆς θείας Τριάδος δεδήλωται, ἐν ἑτέροις δέ γε σαφέστερον ταῦτα διδάσκουσιν οἱ θεσπέσιοι ἄνδρες. Μωϋσῆς μὲν γὰρ ὁ θειότατος, τὴν κοσμογένειαν ξυγγράφων, εἶτα τὴν τοῦ ἀνθρώπου διάπλασιν ἐξηγούμενος, ἔφη τὸν τοῦ παντὸς εἰρηκέναι δημιουργόν· «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν.»