Ancient Greek
2.74 to 2.75
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 2.74-75
Not analysed yet
Πρὸς δὲ τούτοις δείκνυσι τοὺς καλουμένους θεοὺς οὐ φύσει ὄντας θεούς· τίς γὰρ μὴ κομιδῇ παραπαίων καλέσαι ἂν θεὸν τὸν οὐκ ἀεὶ ὄντα θεόν; οὗτος δέ γε ἐν χρόνῳ τούτους εἴρηκε γίνεσθαι· ἔφη γάρ· »Τῶν τε ὄντων θεῶν καὶ τῶν μελλόντων.» Πῶς δ' ἂν εἴη τις θεὸς ὁ μηδέπω γενόμενος; πῶς δ' ἂν τοῦ σεπτοτάτου μεταλάχοι ὀνόματος ὁ μηδέπω τὸ εἶναι λαβών; τὰ δὲ θεῖα λόγια τῶν γεγονότων οὐδὲν φύσει προσαγορεύει θεόν.