Ancient Greek
Book 2
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 2.76
Not analysed yet
Ὀνόματος μὲν γὰρ ψιλοῦ μεταδέδωκε τοῖς δικάζειν πεπιστευμένοις, καὶ μέντοι καὶ τοῖς τὴν θείαν εἰκόνα ὡς οἷόν τε τετηρηκόσιν ἀκήρατον· φύσει δὲ Θεὸν τὸν ἀεὶ ὄντα καὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχοντα μόνον εἴωθεν ὀνομάζειν. Ἀλλὰ τοῦτον εἰς ὕστερον τὸν λόγον φυλάξωμεν· νῦν δέ γε ἀρκέσει δηλῶσαι, ὡς ὁ φιλόσοφος οἶδε τὸν τοῦ παντὸς ἡγεμόνα καὶ αἴτιον καὶ τὸν τοῦ αἰτίου πατέρα·