Ancient Greek
Book 2
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 2.77
Not analysed yet
ἔστι δὲ αὐτοῦ ἀκοῦσαι κἀν τῇ Ἐπινομίδι λέγοντος· «Καὶ τιμὰς ἀποδιδῶμεν, μὴ τῷ μὲν ἐνιαυτόν, τῷ δὲ μῆνα, τῷ δὲ μηνός τινος μοῖραν τάττωμεν, μηδέ τινα χρόνον, ἐν ᾧ διεξέρχεται τὸν αὐτοῦ πόλον, ξυναποτελῶν κόσμον, ὃν ἔταξε λόγος ὁ πάντων θειότατος· ὃν ὁ μὲν εὐδαίμων πρῶτον μὲν ἐθαύμασεν, ἔπειτα ἔρωτα ἔσχε καταμαθεῖν, ὁπόσα ἐνῆν τῇ φύσει δυνατά.» Κἀν τούτοις τὸν λόγον ἔφησε τὰ πάντα διακοσμῆσαι, οὐ τὸν τοῦ λόγου πατέρα.