Ancient Greek
Book 2
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 2.91
Not analysed yet
Εἰ δὲ καὶ οἱ τῆς ἀληθείας ἀντίπαλοι οὕτω κομιδῇ θαυμάζουσι τὴν ἀλήθειαν, ὡς καὶ βραχέσι μορίοις ἐκεῖθεν σεσυλημένοις διακαλλύνειν τὰ οἰκεῖα ξυγγράμματα, καὶ πολλῷ ψεύδει ταῦτα μιγνύμενα μὴ ἀμβλύνειν τὸ σφέτερον κάλλος, ἀλλὰ κἀν φορυτῷ κειμένους τοὺς μαργαρίτας ἀστράπτειν καὶ, κατὰ τὴν εὐαγγελικὴν διδασκαλίαν, «τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνειν καὶ ὑπὸ τῆς σκοτίας μὴ κρύπτεσθαι» ξυνιδεῖν εὐπετές, ὅπως ἐστὶν ἀξιέραστα καὶ ἀξιάγαστα τὰ θεῖα μαθήματα, τοῦ ψεύδους κεχωρισμένα.