Ancient Greek
2.92 to 2.93
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 2.92-93
Not analysed yet
Πολλὴν γάρ που διαφορὰν ἔχει μαργαρίτης ἐν βορβόρῳ κείμενος καὶ ἐν διαδήματι λάμπων· καὶ μὲν δὴ καὶ τῶν δακτύλων αἱ σκυταλίδες ἀφηρμοσμέναι τε ἀλλήλων καὶ διεσκεδασμέναι, οὐ τὴν αὐτὴν ἔχουσιν εὐπρέπειάν τε καὶ χάριν καὶ χρείαν, ὅσην ξυμπεφυκυῖαί τε ἀλλήλαις καὶ ξυνηρμοσμέναι ἔχουσαί τε καὶ ἐπιτελοῦσαι ὁρῶνται. Ἀκήρατον τοίνυν καὶ ἀμιγὲς τῆς ἀληθείας θεωρητέον τὸ κάλλος. Εἰ γὰρ καὶ χρώμασιν ἐναντίοις μιγνύμενον λάμπει, δῆλον ὅτι λαμπρότερον φανεῖται τῶν πημαινόντων κεχωρισμένον.