Ancient Greek
Book 2
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 2.97
Not analysed yet
Εἰ δέ τῳ φίλον καὶ αὐτὴν διαγνῶναι τὴν ξύγκρισιν, εὑρήσει ταύτην ἐν τοῖς Εὐσεβίου τοῦ Παλαιστίνου ξυγγράμμασιν, Εὐαγγελικὴν δὲ προπαρασκευὴν τόνδε τὸν πόνον ἐκεῖνος ὠνόμασεν· ἐγὼ δὲ ξυντόμως ἐρῶ, ὡς Αἰγύπτιοι καὶ Φοίνικες καὶ τῶν Ἑλλήνων οἱ ποιηταὶ καὶ φιλόσοφοι ἢ τὰ ὁρώμενα στοιχεῖα θεοὺς ὑπετόπασαν ἢ ἀνθρώπων τοὺς εὖ τι πεποιηκότας καὶ ἔν τισι πλεονεκτήμασι διαπρέψαντας θεοὺς ἀνηγόρευσαν καὶ τεθνεῶσι ναοὺς ἐδομήσαντο·