Ancient Greek
Book 2
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 2.96
Not analysed yet
Τούτοις ὑμᾶς, ὦ ἄνδρες, ἀξιῶ τὰ ἡμέτερα παραθεῖναι καὶ μαθεῖν ὡς οὐ μόνον, κατὰ τὸν ποιητήν, ὅσον οὐρανός ἐστ' ἀπὸ γαίης ἀφέστηκεν, ἀλλ' ὅσον ὁ καλούμενος Τάρταρος οὐρανοῦ. Ἐγὼ δ' αὐτοὺς θεῖναι παραιτοῦμαι τοὺς μύθους, ἵνα μὴ μέ τις ἀδολέσχην ὀνομάσῃ καὶ φλήναφον· ἐνίων δὲ καὶ μάλα ὀλίγων ἐν τῇ μετὰ τήνδε, ξὺν θεῷ φάναι, γραφησομένῃ διαλέξει μνησθήσομαι, ἵνα τῶν μυθολογουμένων περὶ τῶν καλουμένων θεῶν μὴ μόνον τὸ ἀπίθανον, ἀλλὰ καὶ τὸ ἀνόητον καὶ δυσαγὲς ἐπιδείξω.